Add parallel Print Page Options

34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· [a]ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· 35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμῖν, [b]ἥξει [c]ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.

37 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ [d]ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον [e]ὄρνις ἐπισυνάγει τὰ νοσσία [f]αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; 38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν [g]ἔρημος. 39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:34 ἐξ WH Treg NIV ] καὶ ἐξ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:36 ἥξει WH Treg NIV ] ὅτι ἥξει RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:36 ταῦτα πάντα WH NIV ] πάντα ταῦτα Treg RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37 ἀποκτείνουσα WH Treg NIV ] ἀποκτένουσα RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37 ὄρνις ἐπισυνάγει WH Treg NIV ] ἐπισυνάγει ὄρνις RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37 αὐτῆς WH Treg NIV ] ἑαυτῆς RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:38 ἔρημος Treg NIV RP ] WH